Δευτέρα 29 Απριλίου 2019
Τετάρτη 24 Απριλίου 2019
πάσχα 2019
αγαπητοί συγχωριανοί
ακολουθώντας τα Άγια Πάθη του Κυρίου οδεύουμε προς την Ανάσταση βιώνοντας ο καθένας με τον δικό του τρόπο την οδό του μαρτυρίου μέχρι την ημέρα της Αναστάσεως και την αναφώνηση ότι Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς
καλή Ανάσταση
καλό Πάσχα
σε όλους, όπου κι αν βρίσκεστε αυτές τις άγιες ημέρες
Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι.
Τὸν δι' ἡμᾶς Σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.
Τὸν ἴδιον Ἄρνα, ἡ ἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον, ἠκολούθει Μαρία, τρυχομένη μεθ' ἑτέρων γυναικῶν, ταῦτα βοῶσα· Ποῦ πορεύῃ Τέκνον, τίνος χάριν, τόν ταχὺν δρόμον τελεῖς; μὴ ἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ; Κᾀκεὶ νῦν σπεύδεις, ἵνα ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσης; συνέλθω σοι Τέκνον, ἢ μείνω σοι μᾶλλον, δός μοι λόγον Λόγε, μὴ σιγῶν παρέλθῃς με, ὁ ἁγνὴν τηρήσας με· σὺ γὰρ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου
Εγγραφή σε:
Αναρτήσεις (Atom)